Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.372 Joseph. BJ 4.379 (English) >>Joseph. BJ 4.385

4.376εἴτʼ οὖν τἀσφαλές τις σκοποίη, χρῆναι τοὺς ὑφʼ ἑαυτῶν ἀναλισκομένους ἐᾶν, εἴτε τὸ εὐκλεέστερον τοῦ κατορθώματος, οὐ δεῖν τοῖς οἴκοι νοσοῦσιν ἐπιχειρεῖν· ῥηθήσεσθαι γὰρ εὐλόγως οὐκ αὐτῶν τὴν νίκην ἀλλὰ τῆς στάσεως. 4.377

Ταῦτα Οὐεσπασιανῷ λέγοντι συνῄνουν οἱ ἡγεμόνες, καὶ παραχρῆμα τὸ στρατηγικὸν τῆς γνώμης ἀνεφαίνετο· πολλοὶ γοῦν καθʼ ἡμέραν ηὐτομόλουν τοὺς ζηλωτὰς διαδιδράσκοντες. 4.378χαλεπὴ δʼ ἦν φυγὴ φρουραῖς διειληφότων τὰς διεξόδους πάσας καὶ τὸν ὁπωσοῦν ἐν αὐταῖς ἁλισκόμενον ὡς πρὸς Ῥωμαίους ἀπιόντα διαχρωμένων. 4.379 γε μὴν χρήματα δοὺς ἐξηφίετο καὶ μόνος ἦν μὴ διδοὺς προδότης, ὥστε κατελείπετο τῶν εὐπόρων τὴν φυγὴν ὠνουμένων

-- --

μόνους ἐναποσφάττεσθαι τοὺς πένητας. 4.380νεκροὶ δὲ κατὰ τὰς λεωφόρους πάσας ἐσωρεύοντο παμπληθεῖς, καὶ πολλοὶ τῶν ὁρμωμένων αὐτομολεῖν πάλιν τὴν ἔνδον ἀπώλειαν ᾑροῦντο· τὸν γὰρ ἐπὶ τῆς πατρίδος θάνατον ἐλπὶς ταφῆς ἐποίει δοκεῖν μετριώτερον. 4.381οἱ δὲ εἰς τοσοῦτον ὠμότητος ἐξώκειλαν, ὡς μήτε τοῖς ἔνδον ἀναιρουμένοις μήτε τοῖς ἀνὰ τὰς ὁδοὺς μεταδοῦναι γῆς, 4.382ἀλλὰ καθάπερ συνθήκας πεποιημένοι τοῖς τῆς πατρίδος συγκαταλῦσαι καὶ τοὺς τῆς φύσεως νόμους ἅμα τε τοῖς εἰς ἀνθρώπους ἀδικήμασιν συμμιᾶναι καὶ τὸ θεῖον, ὑφʼ ἡλίῳ τοὺς νεκροὺς μυδῶντας ἀπέλειπον.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.372 Joseph. BJ 4.379 (English) >>Joseph. BJ 4.385

Powered by PhiloLogic